Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.111 Joseph. AJ 13.117 (English) >>Joseph. AJ 13.121

13.115λέγων οὐδενὸς μνησικακήσειν αὐτοῖς περὶ τοῦ πατρὸς αὐτὸν εὐεργετηθέντα, διδάσκαλός τε ἀγαθῶν καὶ ἡγεμὼν ἔσεσθαι αὐτῷ διωμολογήσατο καὶ φαύλοις ἐγχειροῦντι πράγμασιν οὐκ ἐπιτρέψειν ὑπέσχετο. αὐτῷ δʼ ἔφασκεν ἀρκεῖν τὴν τῆς Αἰγύπτου βασιλείαν. ταῦτʼ εἰπὼν πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. 13.116

Τοῦ δʼ Ἀλεξάνδρου σὺν στρατεύματι πολλῷ καὶ μεγάλῃ παρασκευῇ ὁρμήσαντος ἐκ τῆς Κιλικίας εἰς τὴν Συρίαν καὶ τὴν Ἀντιοχέων γῆν ἐμπρήσαντος καὶ διαρπάσαντος Πτολεμαῖος ἐπʼ αὐτὸν ἐξεστράτευσεν μετὰ τοῦ γαμβροῦ Δημητρίου· ἤδη γὰρ αὐτῷ πρὸς γάμον ἐδεδώκει τὴν θυγατέρα· καὶ νικήσαντες εἰς φυγὴν ἐτρέψαντο τὸν Ἀλέξανδρον. 13.117οὗτος μὲν οὖν εἰς Ἀραβίαν φεύγει. συνέβη δὲ ἐν τῇ μάχῃ τὸν ἵππον τὸν Πτολεμαίου φωνῆς ἀκούσαντα ἐλέφαντος ταραχθῆναι καὶ τὸν Πτολεμαῖον ἀποσεισάμενον καταβαλεῖν, τοὺς δὲ πολεμίους ἰδόντας ἐπʼ αὐτὸν ὁρμῆσαι καὶ τραύματα πολλὰ δόντας αὐτῷ κατὰ τῆς κεφαλῆς εἰς κίνδυνον τὸν περὶ θανάτου καταστῆσαι· τῶν γὰρ σωματοφυλάκων αὐτὸν ἐξαρπασάντων χαλεπῶς οὕτως εἶχεν, ὡς ἐφʼ ἡμέρας τέσσαρας μήτε συνεῖναί τι μήτε φθέγξασθαι δυνηθῆναι. 13.118τοῦ δὲ Ἀλεξάνδρου τὴν κεφαλὴν τῶν Ἀράβων δυνάστης ἀποτεμὼν Ζάβειλος ἀπέστειλεν Πτολεμαίῳ, ὃς τῇ πέμπτῃ τῶν ἡμερῶν ἀνενεγκὼν ἐκ τῶν τραυμάτων καὶ φρονήσας ἥδιστον ἄκουσμα καὶ θέαμα τὴν Ἀλεξάνδρου τελευτὴν ἅμα καὶ τὴν κεφαλὴν ἀκούει καὶ θεᾶται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.111 Joseph. AJ 13.117 (English) >>Joseph. AJ 13.121

Powered by PhiloLogic